Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.47
Not analysed yet
γένοιτο δ’ ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη τῆς κακίας πηγὴ, ἐν οὐδενὶ μὲν χώραν ἔχουσα τῶν κατὰ φύσιν ,οὔτ’ ἐν σώμασιν οὔτ’ ἐν οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπιγινομένοις· εὑρεθείη δ’ ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ φύσιν ὁδεύουσα τὴν εὐθεῖαν βαδίζει, ἀλλ’ ὅτε τῆς βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα κυρία