Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.49
Not analysed yet
τοῦτον γὰρ ἁπάσῃ ψυχῇ φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν πρακτέων ὁ τῶν ὅλων δημιουργὸς ὑπεστήσατο ,διὰ μὲν τοῦ νόμου τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδὸν, διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθε- ρίας τὴν τῶν κρειττόνων ἳρεσιν ἐπαίνου καὶ ἀποδοχῆς ἀξίαν ἀποφήνας γερῶν τε καὶ μειζόνων ἐπάθλων τῶν ἐπὶ τοῖς κατορθουμένοις ,ὅτι μὴ βε- βιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου ,παρὸν καὶ τὴν ἐναντίαν ἑλέσθαι· ὡς ἔμπαλιν τὴν τὰ χείριστα ἑλομένην ψόγου καὶ τιμωρίας εἶναι ἀξίαν, ἅτε οἰκείᾳ κινήσει τοῦ μὲν κατὰ φύσιν νόμου παραμελήσασαν, κακίας δὲ ἀρχὴν καὶ πηγὴν ἀπογεννήσασαν, φαύλως τε ἑαυτῇ κεχρημένην οὐκ ἔκ τινος ἔξωθεν ἀνάγκης, ἀλλ’ ἐξ ἐλευθέρας γνώμης καὶ κρίσεως.