Ancient Greek · ~7 min
6.55 to 6.59
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.55-59
Not analysed yet
εἴτε γὰρ αὐτὸς τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα ὁρῶν καὶ πάντα ἀκούων ταῦτα πράττειν ἀναγκάζει ,εἴτε τὴν τοῦ παντὸς φορὰν ’ρᾶν καὶ τὴν τοιάνδε τῶν ἄστρων κίνησιν αὐτὸς τούτων ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο ,ὁ τὸ τοιόνδε συστήσας ὄργανον ,καὶ τὴν τῶν θηρωμένων παγίδα μηχανησάμενος ,εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων αἴτιος. εἴτ’ οὖν αὐτὸς καθ’ ἑαυτὸν, εἴτ’ οὖν πάλιν αὐτὸς διά τινος ἄλλης πρὸς αὐτοῦ μεμηχανημένης ἀνάγκης τοὺς οὐκ ἐθέλοντας τοῖσδε τοῖς κακοῖς περιβάλλει ,αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος, ὁ πάντων κακῶν ποιητικὸς, καὶ οὐκέτ’ ἂν ἐν δίκῃ ἡμαρτηκὼς ὁ ἄνθρωπος λέγοιτο, ἀλλ’ ὁ τούτου ποιητὴς θεός. καὶ τίς ἂν τούτου γένοιτο ἕτερος λόγων ἀσεβέστερος; ὁ δὴ οὑν εἱμαρμένην εἰσάγων ἄντικρυς θεὸν καὶ θεοῦ πρόνοιαν ἐξωθεῖ, ὥσπερ ὁ τὸν θεὸν ἐφιστὰς τοῖς πᾶσιν ἀνέλοι ἂν τὸν περὶ εἱμαρμένης λόγον. ἢ γὰρ ταὐτὸν ἂν εἴη ὁ θεὸς καὶ εἱμαρμένη, ἢ θάτερον διεστὼς ἑτέρου. ταὐτὸν μὲν οὖν οὐκ ἂν γένοιτο. εἰ γὰρ τὴν εἱμαρμένην εἱρμόν τινα αἰτιῶν εἶναί φασιν ἀπ’ αἰῶνος ἀπαραβάτως καὶ ἀμετακινήτως ἐκ τῆς τῶν οὐρανίων ἄστρων φορᾶς καθήκοντα, πῶς οὐ πρότερα ἂν εἴη τῆς εἱμαρμένης τὰ σωματικὰ στοιχεῖα ,ἐξ ὧν καὶ τὰ οὐράνια συνέστηκεν, ὣν τὴν εἱμαρμένην συμβεβηκός τι σύμπτωμα λέγοι ἄν τις εἰκότως; καὶ πῶς ἂν ταὐτὸν εἴη τὸ συμβεβηκὸς τοῖς στοιχείοις τῷ ἐπὶ πάντων θεῷ, εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ θεὸς ἔξω σωμάτων αὐτοζωὴ καὶ σοφία τυγχάνει ὢν, τῆς ἐξ αὐτοῦ δημιουργίας τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος; οὐ ταὐτὸν ἄρα θεὸς καὶ εἱμαρμένη.