# Praeperatio Evangelica 6.6-2

Eusebius, Praeperatio Evangelica, ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/6.6-2

καὶ οὐ τὰ τῶν σωμάτων στοιχεῖα, ἀλλὰ τὸν ζωῆς αὐτῆς καὶ τροφὸν καὶ πάντων τῶν ἀγαθῶν ταμίαν ὑμνεῖν, μέρη τε τοῦ κόσμου τὰ ὁρώμενα καὶ πᾶν τὸ καταληπτὸν σαρκὸς αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς καταπλήττεσθαι, τὸν δ᾿ ἐν τούτοις ἅπασιν ἀόρατον, καὶ τὸν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν, καὶ θεολογεῖν μίαν μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι᾿ ὧν καὶ ἐνεργεῖ. παραφαινομένην, διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευομένην, καὶ διὰ πάντων οὐκ οὐρανίων μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλουργίαν ἐπιδεικνυμένην, πᾶσί τε ἀφα- νῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστατοῦσαν , καὶ λόγοις ἀνεκφράστου σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
