Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.6-3
Not analysed yet
πότερον γάρ ποτε βούλει τῷ πλήθει τῶν σωμάτων ἔτι περιόντας ‚καίπερ εἰς τέλος κεκακωμένους, ὅμως δ’ ἰσχύοντας, καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχοντας, εἶτα κατὰ κράτος ἑλεῖν τὴν χώραν ‚Σύρους τε ὁμοῦ καὶ Φοίνικας ἐν αὐτῇ τῇ ἐκείνων γῇ μαχομένους νικῶντας· ἢ τοὺς μὲν ἀπολέμους καὶ ἀνάνδρους εἶναι καὶ παντελῶς ὀλίγους ὑποθώμεθα, καὶ τῶν εἰς πόλεμον παρασκευῶν ἀπόρους, αἰδέσεως δὲ τυχεῖν παρὰ τούτοις καὶ τὴν γῆν λαβεῖν παρ’ ἑκόντων, ἔπειτα δ’ εὐθὺς οὐκ εἰς μακρὸν τόν τε νεὼν οἰκοδομῆσαι, καὶ τἄλλα εἰς εὐσέβειαν καὶ ἁγιστείαν καταστήσασθαι;