Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.73
Not analysed yet
γένοιτο δ’ ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ μυρία ,ὧν τὰ πολλὰ παρεὶς ,αὐτὸς μὲν τοῖς εἰρημένους ἀρκεσθήσομαι ,σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα τῶν σεπτῶν σου φιλοσόφων καταλείψω σκοπεῖν, ὡς ἂν μάθῃς ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ὁ ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων καὶ τὸν Πύθιον αὐτὸν ἐφ’ οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων.