# Praeperatio Evangelica 6.9-2-15

Eusebius, Praeperatio Evangelica, 6.9 to 6.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/6.9-2

εἰ γὰρ ἐξ εἱμαρμένης τόδε τι γενήσεσθαι νομίζοι, εἴτε πονοίημεν ἡμεῖς περὶ αὐτὸ καὶ σπουδάζοιμεν εἴτε καὶ μὴ, πῶς οὐκ ἄν τις ἐθελήσειε τὸ ῥᾷον αἱρεῖσθαι, παρεὶς ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης γενησομένου τοῦ πραχθησομένου; ὅθεν καὶ λεγόν- τῶν ἔστιν ἀκοῦσαι τῶν πολλῶν ὅτι ἄρα πραχθήσεται τοῦτο , εἴ γε εἵμαρταί μοι , καὶ τί με χρὴ παρέχειν ἐμαυτῷ πράγματα; εἰ γὰρ ὁ ἐπὶ στρατείαν ὁρμῶν οὐκ ἐκ προαιρέσεως οἰκείας τοῦτ’ ἔπραττεν, ελαυνόμενος δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης , δῆλον ὅτι καὶ ὁ ἐπὶ λῃστείαν καὶ τυμβωρυχίας καὶ ἐπὶ τὰς ἄλλας ἤτοι ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρονας ἐπιτηδεύσεις ’ τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ περὶ εἱμαρμένης λόγῳ. πῶς οὖν ὁ ταῦτα μὴ ἐξ αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ’ ὑπὸ τῆς ἐξωθεν ἀνάγκης προσέξοι ἄν ποτε τῷ νουθετοῦντι καὶ διδάσκοντι σκοντι μὴ ἑαυτὸν ἐπιδιδόναι ἔκδοτον τοῖς προειρημένοις ; εἴποι γὰρ ἂν πρὸς τὸν νουθετοῦντα ὡς καὶ τῶν πρὸ ἡμῶν τισὶν εἴρηται, τί με, ὦ ἄνθρωπε, νουθετεῖς ; ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ’ ἐμοὶ, τὸ μεταβάλλειν βάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη προκατεί ληφε. τί οὖν δεῖ συντετάσθαι πρὸς ἃ οὐδὲ προ- θυμεῖσθαι δυνήσομαι, εἰ μὴ καὶ τοῦτο καθείμαρταί μοι; προθυμήσομαι δὲ, εἰ καθείμαρται, καὶ ἄνευ τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. τί οὖν μάτην σεαυτῷ ἐνοχλεῖς; ἀλλ’ εἰ καὶ τὸ σὲ παραινεῖν καὶ διδάσκειν φήσεις κατὰ ἀνάγκην ἐπιτελεῖδθαι εἰς τὸ παραινεῖν καὶ πείθειν ἐμὲ τοιαῦτα, ἀλλὰ κἀν τούτῳ τί χρὴ σπουδάζειν; ἀργὴ γὰρ καὶ ἀνωφελὴς ἡ παραίνεσις. εἰ γὰρ εἵμαρταί μοι , φιλο- πονήσω ’ εἰ δὲ μὴ εἵμαρται , ματαίαν ποιεῖσθαι τὴν σπουδὴν ἀμφοτέρους συμβήσεται.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
