Ancient Greek · ~4 min
7.1 to 7.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.1-2-3
Not analysed yet
Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμὰς· πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὐσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ,ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεα νὸς καὶ Τηθὺς ἐγενέσθην· τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων· ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι δὲ τούτων ἐκγόνους ἄλλους.” Ταῦτά φησιν ὁ Πλάτων’ ἔπομένους τῷ νόμῳ πιστευτέα εἶναι, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων εἰρῆσθαι αὐτὰ ὁμολογήσας · προσεκτέον δὲ ὡς οὐδὲν ἔχειν ἀπόρρητον τὰς τῶν θεῶν δὴ προσηγορίας τε καὶ γενεαλογίας ἐν φυσιολογίαις δηλούμενον ἐμφαίνει.