Ancient Greek · ~2 min
7.11 to 7.12
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.11-12
Not analysed yet
τῆς φωνῆς δὲ ἀσήμου καὶ συγκεχυμένης ὑπαρχούσης ἐκ τοῦ κατ’ ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώ- ριμον σφίσιν αὐτοῖς ποιήσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν. τοιούτων δὲ συστημάτων γινομένων καθ’ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχεν συνταξάντων τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι.