Ancient Greek · ~7 min
7.19 to 7.25
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.19-25
Not analysed yet
ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ τοῦ ἄγεσθαι ,οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγ- κάζεσθαι. ὧν δὲ ἕνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ; ὃτι σε ἐκπέφευγεν, ὠ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως. αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή ὃν δὲ ἡ ἀρχὴ, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν ,ἠ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος. ἀναίσχυντος δηλαδὴ ὁ Λαί· ῳ προμαντευόμε- νος ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως ,καὶ οὔτε τις Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκα- νὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε γενέσεως ἀνάγκη ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἀπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτὸν, ὡς λέγουσιν οἱ σοφώτεροι, ,τῷ Εὐριπιδείῳ λόγῳ ’τεκνῶσαι μὲν γὰρ ἐθελήσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄφιν ’τεκνώσαντι δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν ’οὕτως οὑν τὴν ἐπὶ τῷ μελλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας, καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μὴ ,οὕτως οὕτος τοῦ ἀποκτεῖναι καὶ μή. τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγεν, τὸ καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος.