Ancient Greek · ~2 min
7.20 to 7.21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.20-21
Not analysed yet
καὶ περὶ μὲν τούτων ἅλις σοι. τὸ γὰρ ταῖς ἑβδόμαις ἤδη τὸν νόμον αὐτοῖς στῆσαι, ταῦτα οὐκ ἂν ἐμὲ ἀπαιτήσαις, ἴσως πολλῶν πολλάκις καὶ ἰατρῶν καὶ φυσιόλογων καὶ φιλοσόφων ἀκηκοὼς περὶ τούτου πρότερον, ἥν- τιν’ ἄρα δύναμιν ἔχει πρός τε τὴν τῶν συμπάντων καὶ δὴ πρὸς τὴν ἀνθρωπείαν φύ. σιν. οὗτος ὁ τῆς ἑβδόμης λόγος. Τοσαῦτα μὲν ὁ Φίλων. ὅμοια δ’ αὐτῷ καὶ Ἰώσηπος ἱστορεῖ ἐν δευτέρῳ συγγράμματι ὧν πεποίηται Περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος ‚τοῦτον γρά- φων καὶ αὐτὸς τὸν τρόπον