Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.27
Not analysed yet
εἰ γὰρ αὑτοῦ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο ,ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἓκαστα ἐπράχθη ; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο ; πῶς δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν;