Ancient Greek · ~5 min
7.6 to 7.9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.6-9
Not analysed yet
ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον μένοντρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμίχλης, τὰρ δ’ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι· τὸ δὲ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὒξησιν λαβόντων καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους ζώων. τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκὀτα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνὰ, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῇ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν ὀνομασθέντα πλωτά. τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλ’ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων. ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδ’ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὣν Ἀναξαγόρου τοῦ φυσικοῦ. ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως ὡς οὐρανός τε γαῖά τ’ ἢν μορφὴ μία· ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα, τίκτουσι πάντα, κἀνέδωκαν εἰς φάος δένδρη, πετεινὰ, θῆρας, οὕς θ’ ἅλμη τρέφει, γένος τε θνητῶν.”