Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 7.9-3
Not analysed yet
ἠ που σεμνότερα καὶ μείζω ταῦτα, ἄλλα δὲ μικρὰ καὶ τὰ τυχόντα. μὴ νεοττιάν φησι κατοικίδιον ἐρημοῦν, μὴ ζῴων ἱκεσίαν, οἷα ἔσθ’ ὅτε προσφευγόντων ἀναιρεῖν · μὴ εἴ τι τῶν τοιούτων ἧττόν ἐστιν. οὐδενὸς ἄξια ταῦτά γε εἴποις ἄν· ἀλλ’ ὅ γε ἐπ’ αὐτοῖς νόμος ἐστὶ μέγας, καὶ πάσης ἐπιμελείας αἴτιος ‚καὶ αἶ προρρήσεις μεγάλαι, c καὶ ἀραὶ κατά τε ἐξωλείας ‚καὶ ὁ θεὸς ἐπόπτης τῶν τοιούτων, καὶ τιμωρὸς ἁπανταχοῦ.