Ancient Greek · ~3 min
8.11 to 8.13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.11-2-13
Not analysed yet
καὶ πάλιν ὁ Ἀπόλλων ῥεῦμα τὸ Φοιβείης ἀπονεύμενον ὑψόθεν αἴγλης πνοιῇ ὑπὸ λιγυρῇ κεκαλυμμένον ἠέρος ἁγνοῦ, θελγόμενον μολπαῖσι καὶ ἀρρήτοις ἐπέεσσι, κάππεσεν ἀμφὶ κάρηνον ἀμωμήτοιο δοχῆος λεπταλέων ὑμένων · μαλακὸν δ’ ἐνέπλησε χιτῶνα, ἀμβολάδην διὰ γαστρὸς ἀνεσσύμενον παλίνορσον · αὐλοῦ δ’ ἐκ βροτέοιο φίλην ἐτεκνώσατο φωνήν.” Τούτοις ὁ συγγραφεὺς ἐπιλέγει "Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ’ ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ ψυχῇ ,διὰ τοῦ στόματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν.” Ἀλλ’ ὅτι μὲν ἀναγκάζονται ἱκανὰ καὶ ταῦτα παραστῆσαι· ὅτι δὲ καὶ ἀξιοῦσιν ἀπολυθῆναι ,ὡς οὐκ ἐπ’ αὐτοῖς τῆς ἀναχωρήσεως κειμένης ,μάθοις ἀν’ ἐκ τούτων