# Praeperatio Evangelica 8.11-3-14

Eusebius, Praeperatio Evangelica, 8.11 to 8.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/8.11-3

οὐδὲ γὰρ τὴν ὑπὸ τῆς ἀγνοίας ὑποτίμησιν κατέλιπεν ‚ ἀλλὰ καὶ κάλλιστον καὶ ἀναγκαιότατον ἀπέδειξε παίδευμα τὸν νόμον, οὐκ εἰσάπαξ ἀκροασαμένοις, οὐδὲ δὶς ἢ πολλάκις, ἀλλ’ ἑκάστης ἑβδομάδος τῶν ἄλλων ἔργων ἀφεμένους ἐπὶ τὴν ἀκρόασιν ἐκέλευσε τοῦ νόμου συλλέγεσθαι καὶ τοῦτον ἀκριβῶς ἐκμανθάνειν· ὁ δὴ πάντες ἐοίκασιν οἱ νομοθέται παραλιπεῖν. καὶ τοσοῦτον ὁ πλεῖστοι τῶν ἀνθρώπων ἀπέχουσι τοῦ κατὰ τοὺς οἰκείους ζῆν νόμους ὥστε σχεδὸν αὐτοὺς οὐδ’ ἴσασιν· ἀλλ’ ὅταν ἐξαμαρτάνωσι, τότε παρ’ ἄλλων μανθάνουσιν ὅτι τὸν νόμον παραβεβήκασιν. οἵ τε τὰς μεγίστας καὶ κυριωτάτας παρ’ αὐτοῖς ἀρχὰς διοικοῦντες ὁμολογοῦσι τὴν ἄγνοιαν· ἐπιστάτας γὰρ παρακαθίστανται τῆς τῶν πραγμάτων οἰκονομίας τοὺς ἐμπειρίαν ἔχειν τῶν νόμων ὑπισχνουμένους. ἡμῶν δ’ ὁντινοῦν τις ἕλοιτο, τοὺς νόμους ῥᾷον ἄν τις εἴποι πάντας ἢ τοὔνομα τὸ ἑαυτοῦ. τοιγαροῦν ἀπὸ τῆς πρώτης εὐθὺς αἰσθήσεως αὐτοὺς ἐκμανθάνοντες ἔχομεν ἐν ταῖς ψυχαῖς ὥσπερ ἐγκεχαραγμέ— νοῦς. καὶ σπάνιος μὲν ὁ παραβαίνων ‚ ἀδύνατος δ’ ἡ τῆς κολάσεως παραίτησις. “ Τοῦτο πρῶτον ἁπάντων τὴν θαυμαστὴν ὁμόνοιαν ἡμῖν ἐμπεποίηκε. τὸ γὰρ μίαν μὲν ἔχειν καὶ τὴν αὐτὴν δόξαν περὶ θεοῦ, τῷ βίῳ δὲ καὶ τοῖς ἔθεσι μηδὲν ἀλλήλων διαφέρειν ‚ καλλίστην ἐν ἤθεσιν ἀνθρώπων συμφωνίαν ἀποτελεῖ.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
