Ancient Greek · ~6 min
8.18 to 8.23
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.18-2-23
Not analysed yet
γένοιτο δ’ ἂν καὶ οὕτος ἀρχέτυπος εἰκὼν, ζῶσα καὶ ἔμψυχος, τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπο,υ θεοφιλοῦς παρεσχημένος. Καὶ οἱ μὲν πρὸ τοῦ κατακλυσμοῦ τοιοίδε· οἶ δὲ μετὰ τοῦτον ἐπ’ εὐσεβείᾳ διαπρεπεῖς ἄλλοι πάλιν, ὧν τὴν μνήμην τὰ ἱερὰ διασώζει λόγια. τούτων τις ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου θεοῦ, βασιλεὺς δίκαιος τῇ Ἑβραίων προσηγορίᾳ χρηματίσας. τούτοις δὴ πᾶσιν οὐδὲ εἷς σώματος περιτομῆς λόγος ἦν, ἀλλ’ οὐδὲ τῶν Μώσεως Ἰουδαἱκῶν παραγγελμάτων παραγγελμάτων· διόπερ αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον, οὐδέ γε Ἕλληνας, ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ’ ἂν κυριώτερον ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ, ἢ καὶ μᾶλλον παρὰ τὴν ἑρμηνείαν τῆς προσηγορίας. περατικοὶ γάρ τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ τῶν ὅλων θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι. φυσικοῖς γάρ τοι λογισμοῖς καὶ νόμοις ἀγράφοις τὴν ὀρθὴν τῆς ἀρετῆς διευθύναντες πορείαν, καὶ πέραν τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες ἀναγράφονται. ἐν δὴ τούτοις ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γε νάρχης Ἁβραὰμ καταριθμείσθω, ᾧ μαρτυρεῖ τὰ λόγια δικαιοσύνην, οὐ τὴν ἐκ νόμου πάλιν Μωσέως, ὅτι μηδὲ ἦν πω τότε, (μετὰ γοῦν τὸν Ἁβραὰμ ἑβδόμῃ γενεᾷ Μωσῆς ἀναπέφηνε) πλὴν ἀλλὰ καὶ οὗτος δί- καιος καὶ εὐσεβὴς, εἰ καί τις ἄλλος, ἀνείρηται, τοῖς ἄνωθεν δεδηλωμένοις παραπλησίως. λέγει δ᾿ οὖν ἡ γραφὴ “καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” πατέρα δὴ πολλῶν ἐθνῶν ὁ θεῖος χρησμὸς τοῦτον ἔσεσθαι προαγορεύει, διαρρήδην τε εὐλογηθήσεσθαι ἐν αὐτῷ φησι πάντα τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλὰς, ἄντικρυς τὰ νῦν καθ᾿ ἡμὰς συντελούμενα θεσπίζων.