Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.2-3
Not analysed yet
Ταῦτα ὁ Πλούταρχος· καὶ τούτου δὲ πολὺ πρότερον ὁ Πλάτων’ οὐδὲν εἶναι σεμνὸν οὐδὲ προσεοικὸς θείᾳ φύσει ἐν χρυσῷ καὶ λίθοις καὶ ἐλέφαντι τοῖς τε ἐξ ὕλης ἀψύχου κατασκευάσμασιν εὖ μάλα εἰδὼς, ἐπάκουσον ἐν τοῖς Νόμοις ὁποῖα διατάττεται “Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσι πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐπίφθονόν ἐστι κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα.’’ Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης ἀνατροπὴν φυσιολογίας ,ἧς φέρε καὶ τὰ λοιπὰ ἐπιθεωρήσωμεν. ἐπάκουσον οὖν οἶά φησιν