Ancient Greek · ~6 min
8.20 to 8.27
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.20-27
Not analysed yet
οὓς οὐ κατὰ πλοῦτον οὐδέ τισιν ἄλλαις προύχοντας πλεονεξίαις τὸ πρῶτον εὐθὺς ὁ νομοθέτης ἐπὶ τὴν τιμὴν ἔταξεν, ἀλλ᾿ ὅσοι τῶν μετ᾿ αὐτοῦ πειθοῖ τε καὶ σωφροσύνῃ τῶν ἄλλων διέφερον, τούτοις τὴν περὶ τὸν θεὸν θεραπείαν ἐνεχείρισεν. τοῦτο δ᾿ ἦν καὶ τοῦ νόμου καὶ τῶν ἄλλων ἐπιτηδευμάτων ἀκριβὴς ἐπιμέλεια· καὶ γὰρ ἐπόπται πάντων καὶ δικασταὶ τῶν ἀμφισβητουμένων καὶ κολασταὶ τῶν κατεγνωσμένων οἱ ἱερεῖς ἐτάχθησαν.” “Τίς ἂν οὖν ἀρχὴ γένοιτο ταύτης ὁσιωτέρα; τίς δὲ τιμὴ θεῷ μᾶλλον ἁρμόζουσα; παντὸς μὲν τοῦ πλήθους κατεσκευασμένου πρὸς τὴν εὐσέβειαν, ἐξαίρετον δὲ τὴν ἐπιμέλειαν τῶν ἱερέων πεπιστευμένων, ὥσπερ δὲ τελετή ἐστι τῆς ὅλης πολιτείας οἰκονομουμένης. ἃ γὰρ ὀλίγων ἡμερῶν ἀριθμὸν ἐπιτηδεύοντες ἄλλοι φυλάττειν οὐ δύνανται, μυστήρια καὶ τελετὰς ἐπονομάζοντες, ταῦτα μετὰ πολλῆς ἡδονῆς καὶ γνώμης ἀμεταθέτου φυλάττομεν ἡμεῖς διὰ τοῦ παντὸς αἰῶνος. τίνες οὖν εἰσιν αἱ προρρήσεις καὶ προαγορεύσεις; ἁπλαῖ τε καὶ γνώριμοι. πρώτη δ᾿ ἡγεῖται ἡ περὶ θεοῦ λέγουσα, θεὸς ἔχει τὰ σύμπαντα, παντελὴς καὶ μακάριος, αὐτὸς ἑαυτῶ καὶ πᾶ- σιν αὐτάρκης, ἀρχὴ καὶ μέση καὶ τέλος πάντων οὗτος· ἔργοις μὲν καὶ χάρισιν ἐναργὴς καὶ παντὸς οὑτινοσοῦν φανερώτερος, μορφὴν δὲ καὶ μέγεθος ἡμῖν ἀφανέστατος. πᾶσα μὲν ὕλη πρὸς εἰκόνα τὴν τούτου, κἂν ᾖ πολυτελὴς, ἄτιμος· πᾶσα δὲ τέχνη πρὸς μιμήσεως ἐπίνοιαν ἄτεχνος· οὐδὲν ὅμοιον οὔτ᾿ εἴδομεν οὔτ᾿ ἐπινοοῦμεν οὔτ᾿ εἰκάζειν ἐστὶν ὅσιον. ἔργα βλέπομεν αὐτοῦ, φῶς, οὐρανὸν, γῆν, ἥλιον. καὶ σελήνην, ὕδατα, ζῴων γενέσεις, καρπῶν ἀναδόσεις. ταῦτα ὁ θεὸς ἐποίησεν, οὐ χερσὶν, οὐ πόνοις, οὔ τινων ἐργασαμένων ἐπιδεηθεὶς, ἀλλ᾿ αὐτοῦ καλὰ θελήσαντος καλῶς ἦν εὐθὺς γεγονότα. τούτῳ δεῖ πάντας ἀκολουθεῖν καὶ θεραπεύειν αὐτὸν ἀσκοῦντας ἀρετήν· τρόπος γὰρ θεοῦ θεραπείας οὗτος ὁσιώτατος.