Ancient Greek · ~5 min
8.3 to 8.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.3-2-6
Not analysed yet
τοὺς δὲ παραδεδομένους περὶ αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινές εἰσι περὶ αὐτῶν ἢ κατηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς καὶ ἀσχήμονας ὑπολαβὼν εἶναι καὶ οὐχ ὅτι τῶν θεῶν, ἀλλ᾿ οὐδ᾿ ἀνθρώπων ἀγαθῶν ἀξίους, ἅπαντας ἐξέβαλε, καὶ παρεσκεύασε τοὺς ἀνθρώπους τὰ κάλλιστα περὶ θεῶν λέγειν τε καὶ φρονεῖν, μηδὲν αὐτοῖς προσανύωας ἀνάξιον ἐπιτήδευμα τῆς μακαρίας φύσεως. Οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ Παίδων παρὶ ῾Ρωμαίοις λέγεται οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονὰς φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως, ουτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα, οὐδέ γε πόλεμοι καὶ τραύματα καὶ δεσμὰ καὶ θητεῖαι θεῶν παρὰ ἀνθρώποις. ἑορτή τε οὐδεμία παρ’ αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται, κοπετοὺς ἔχουσα καἰ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις, ἃ παρ’ Ἕλλησιν ἐπιτελοῦνται περί τε Περσεφόνης ἁρπαγὴν καὶ Διονύσου πάθη, καὶ ὅσα ἄλλα τοιαῦτα. οὐδ’ ἂν ἴδοι τις παρ’ αὐτοῖς, καίτοι διεφθαρμένων τῶν ἐθῶν ἤδη, οὐ θεοφορήσεις, οὐ κόρυ βάντ’ ίαςμοὺς ,οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους, οὐ διαπαννυχισμοὺς ἐν ἱεροῖς θεῶν ἀνδρῶν σὺν γυναιξὶν ,οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδὲν, ἀλλ’ εὐλαβῶς ἅπαντα πραττόμενα καὶ λεγόμενα τὰ περὶ τοὺς θεοὺς, ὡς οὔτε παρ’ Ἒλλησιν οὔτε παρὰ βαρβάροις.