Ancient Greek · ~7 min
8.34 to 8.41
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.34-41
Not analysed yet
ταύτῃ συνεῖναι δεῖ τὸν γήμαντα μόνῃ· τὸ δὲ τὴν ἄλλου πειρὰν ἀνόσιον. εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία θανάτου παραίτησις · οὔτε εἰ βιάσαιτο παρθένον ἑτέρῳ συνωμολογημένην οὔτ’ εἰ πείσαι γεγαμημένην. τέκνα τρέφειν ἅπαντα προσέταξε. καὶ γυναιξὶν ἀπεῖπε μήτ’ ἀμβλοῦν τὸ σπαρὲν μήτε διαφθείρειν ‚ἀλλὰ ἢν φανείη, τεκνοκτόνος ἂν εἴη ψυχὴν ἀφανίζουσα καὶ τὸ γένος ἐλαττοῦσα. τοιγαροῦν οὐδ’ εἴ τις ἐπὶ λέχους φθορὰν παρέλθοι, καθαρὸς εἷναι τότε προσήκει. καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυναικὸς ἀπολούεσθαι, ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβε. καὶ γὰρ ἐμφυομένη σώμασι κακοπαθεῖ, καὶ τούτων αὖ πάλιν θανάτῳ διακριθεῖσα. διόπερ ἁγνείας ἐπὶ πάσι τοῖς τοιούτοις ἔταξεν. οὐ μὴν οὐδ’ ἐπὶ ταῖς τῶν παίδων γενέσεσιν ἐπέτρεψεν εὐωχίαν συντελεῖν καὶ προφάσεις ποιεῖσθαι μέθης, ἀλλὰ σώφρονα τὴν ἀρχὴν εὐθὺς τῆς τροφῆς ἔταξε, καὶ γράμματα παιδεύειν ἐκέλευσε τὰ περὶ τοὺς νόμους, καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι, τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ’ ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι μήτε σκῆψιν ἀγνοίας ἔχωσι. τῆς εἰς τοὺς τετελευτηκότας προενόησεν ὁσίας, οὐ πολυτελείαις ἐνταφίων, οὐδὲ κατασκευαῖς μνημείων ἐπιφανῶν, ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν ἔταξε τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, πᾶσι δὲ τοῖς παριοῦσι θαπτομένου τινὸς καὶ προσελθεῖν καὶ συναποδύρεσθαι νόμιμον ἐποίησε. καθαίρειν δὲ κελεύει καὶ τὸν οἶκον καὶ τοὺς ἐνοικοῦντας ἀπὸ κήδους, ἕνα πλεῖστον ἀπέχῃ τοῦ δοκεῖν καθαρὸς εἶναί τις φόνον ἐργασάμενος. γονέων τιμὴν μετὰ τὴν πρὸς θεὸν δευτέραν ἔταξε καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ’ αὐτῶν χάριτας, ἀλλ’ εἰς ὁτιοῦν ἐλλείποντα ‚λευσθησόμενον παραδίδωσι. καὶ παντὸς τοῦ πρεσβυτέρου τιμὴν ἔχειν τοὺς νέους φησὶν ‚ἐπεὶ πρεσβύτατον ὁ θεός. κρύπτειν οὐδὲν ἐᾷ πρὸς φίλους, οὐ γὰρ εἶναι φιλίαν τὴν μὴ πάντα πιστεύουσαν· κἂν συμβῇ τις ἔχθρα, τούτων ἀπόρρητα λέγειν κεκώλυκε.