Ancient Greek · ~2 min
8.38 to 8.39
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.38-2-39
Not analysed yet
ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς προγόνους αὐτῶν πιστούμενος ἐπαγγελίας· κἄπειτα δι’ αὐτοῦ τὰ ἀνάγραπτα θαύματα καὶ τὰς παραδόξους θεοσημίας ἐπιτελέσας τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλλεται νόμον· οἳ μὴ ζηλώσαντες τὴν πάτριον ἀρετὴν δι’ ἀβελτερίαν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθεῖς καὶ νενοσηλευμένοι, τὴν κατάλληλον παρελάμβανον πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττομένου Μώσεως, τὰ δὲ δι’ ὑπονοιῶν αἰνιττομένου, σύμβολά τε καὶ σκιὰς, ἀλλ’ οὐ γυμνὴν ἀλήθειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθεμένου.