Ancient Greek · ~6 min
8.8 to 8.12
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 8.8-2-12
Not analysed yet
θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δ’ αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία, καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μηναγυρτοῦντες ,ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες. Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μηναγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως ,ποικίλην ἐνδεδυμένος στολὴν, οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον ἢ ψήφισμα βουλῆς. οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, ᾧ μηδέν ἐστι τὸ εὐπρεπές. καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα διὰ λύπην, οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπίνων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δὲ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας. ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον, ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτοὺς, καὶ τὴν ῾Ρωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τέ ἐστι καὶ οὐ πολλοὺς δυνάμενα ὠφελεῖν, ἀλλὰ μόνον τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται. σπάνιοι δ᾿ εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας· ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους, καὶ πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν, ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμἐνων ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται, θεοῖς ὁρῶν αὐτὰ προσκείμενα.