Ancient Greek · ~3 min
9.1 to 9.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.1-5-2
Not analysed yet
“Διαιρεῖται δὲ τὰ τόν γινομένων αἴτια εἰς τρόπους αἰτιῶν τέσσαρας ,καθὼς ὁ θεῖος Ἀριστοτέλης δέδειχε· τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικὰ, τὰ δὲ ὕλης ἐπέχοντα λόγον · ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰ- τίας ἐστὶν ἐν αὐτοῖς αἴτιον καὶ τέλος, οὗ χάριν τὸ γινόμενον γίνεται. καὶ τοσαῦται μὲν αἶ τῶν αἰ- τίων διαφοραί· ὅ τι γὰρ ἂν αἴτιον ᾖ τινὸς ὑπό τι τούτων τῶν αἰτιῶν ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν εἰρημένον ἀριθμόν.