Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.12
Not analysed yet
Τοσαῦτα καὶ ὁ Πορφύριος οὐ μᾶλλον ἢ ὁ Θεόφραστος. ἐπισφράγισμα δὲ τοῦ λόγου γένοιτ’ ἂν ἡμῖν ὁ Πλάτων’ ἐν Κρατύλῳ, πρόσθεν τῶν εἰφημένων αὐτῷ περὶ τῶν Ἑλλήνων ὧδέ πη φάσκων πρὸς ῥῆμα Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θεῖν θεοὺς αὐτοὺς ἐπονομάσαι.”