Ancient Greek · ~2 min
9.13 to 9.15
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.13-2-15
Not analysed yet
πῶς δὲ κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν βίᾳ καὶ ἀνάγκῃ κατασπώμενοι; τί γὰρ τὸ αἴτιον τοῦ ἄκοντας, οὐχὶ δὲ αὐτεξουσίους σφᾶς αὐτοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι; εἰ γὰρ ἐπ᾿ ἀγαθῷ ποιοῦνται τὴν πά- ροδον ἀγαθοὶ ὄντες, καὶ εἴ τις ἦν ἐξ αὐτῶν ψυχῆς ὠφέλεια, χρῆν δήπου προαιρέσει τὸ ἀγαθὸν ἀσπάζεσθαι, φθάνοντας ταῖς εὐποιίαις τοὺς δεομένους, ἀλλὰ μὴ περιμένειν ἀνάγκην· εἰ δ᾿ οὐ καλὸν ἦν οὐδ᾿ ὠφελοῦν τὸ πραττόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες;