Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.14-2
Not analysed yet
πῶς δ᾿ ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ὃν μηδὲ τὴν ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητὴς, εἴτε ὁ Θρᾷξ εἴη Ὀρφεὺς εἴτε τις ἄλλος; εἰ δὴ παρ᾿ Αἰγυπτίων ἢ καὶ τῶν πρώτων Ἑλλήνων ἥκοντα ἦν εἰς αὐτὸν τὰ τῆς θεολογίας ,οἶ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπιστάμενοι, οὐδ᾿ ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιε- χόμενον, εἴ τῳ ἱκανὸς πιστώσασθαι ὁ Πλάτων, ὁμολογῶν ἐν Κρατύλῳ τοὺς πρώτους τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν.