Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.2-2
Not analysed yet
ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθὼν, μηδ’ ἐπιλήθεο τῶν μακάρων, θυσίας ἐναρίζων πή μὲν ἐπιχθονίοις, πῆ δ’ οὐρανίοις, ποτὲ δ’ αἴθρης αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο, ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασι · πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε. ζῴων δ’ ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς ἀείσω, δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο), τοὺς μὲν ἐπιχθονίοις ,τοὺς δ’ οὐρανίοισι θεοῖσι· φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ’ ἐναλίγκια χροιῇ. τῶν χθονίων διάειρε τριχῇ θυσίας ἐναρίζων, νερτερίων κατάθαπτε ,καὶ εἰς βόθρον αἷμα ἴαλλε, χεῦ’ δὲ μέλι νύμφας τε Διωνύσοιό τε δῶρα. ὅσσοι δ’ ἀμφὶ γέην πωτώμενοι αἰὲν ἔασι, τοῖσδε φόνου πλήσας πάντη πυριπληθέα βωμὸν ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο ποτανοῦ, καὶ μέλι φυράσας Δηωΐῳ ἀλφίτῳ ἔνθευ, ἀτμούς τε λιβάνοιο καὶ οὐλοχύτας ἐπίβαλλε. εὖτε δὲ πὰρ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας κὰκ κεφαλῆς θυσίαζε ,καὶ εἰς βαθὺ κῦμα θαλάσσης ζῷον ὅλον προίαλλε. τελευτήσας τάδε πάντα ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο Οὐρανιώνων. ἀστραίοις δἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι. ἄκρα Ἠφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι, ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα ἠέρα ῥευσταλέον· ἐπὶ δ’ εὐχὰς πέμπε θεοῖσιν. ·’