Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.22
Not analysed yet
Ταῦτα μὲν ὁ δηλωθεὶς, ἀλήθειαν ὁμοῦ καὶ παλαιότητα τῷ δὴ θεολόγῳ μαρτυρήσας. ὁ δὲ προιὼν, οὐ τὸν ἐπὶ πάντων θεὸν, οὐδὲ μὴν θεοὺς τοὺς κατ’ οὐρανὸν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρόπον ἀστείους, οἴους δι’ ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι ἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους Θεολογεῖ. καὶ μαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι, τοὺς εἰσέτι καὶ νῦν θεοὺς παρὰ τοῖς πᾶσι νενομισμένους κατά τε τὰς πόλεις καὶ τὰς χώρας. δέχου δὲ καὶ τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις.