Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.24
Not analysed yet
“Τούτων οὕτως ἐχόντων ὁ Σαγχουνιάθων, ἀνὴρ πολυμαθὴς καὶ πολυπράγμων γενόμενος, καὶ τὰ ἐξ ἀρχῆς, ἀφ’ οὗ τὰ πάντα συνέστη, παρὰ πάντων εἰδέναι ποθῶν, πολυφροντίστως ἐξεμάστευσε τὰ Τααύτου, εἰδὼς ὅτι τῶν ὑφ’ ἡλίῳ γεγονότων πρῶτός ἐστι Τάαυτος, ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοήσας καὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας, καὶ ἀπὸ τοῦδε ὥσπερ κρηπῖδα βαλόμενος τοῦ λόγου, ὃν Αἰγύπτιοι μὲν ἐκάλεσαν Θωὺθ, Ἀλεξανδρεῖς δὲ Θὼθ, Ἑρμῆν δὲ Ἓλληνες μετέφρασαν.”