Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.4
Not analysed yet
ὅτι γὰρ κοινὰ τούτων καὶ τὰ τετράποδα αὐτὸς ἐρωτηθεὶς ἐπήγαγε ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων, τετράποδα χθονίοις ἀρνῶν νεοπηγέα γυῖα. τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυ- τοῦντας καὶ τὸ αἷμα ἐπὶ τ(?)ν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μὲν, ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. φησὶ γὰρ τοῖς δὲ θεοῖς τὰ πετεινὰ, θαλασσαίοις δὲ κελαινά,