Ancient Greek
ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜΩ ΕΚ ΤΟΥ ΑΥΤΟΥ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ.
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜΩ ΕΚ ΤΟΥ ΑΥΤΟΥ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ.
Not analysed yet
Τῶν ἐν τοῖς θεοπνεύστοις Εὐαγγελίοις περὶ τὴν ἀρχὴν ἀπορουμένων ζητημάτων καὶ λύσεων δύο πεπονηκὼς ἤδη πρότερον συγγράμματα, πάρειμι νῦν, τὰ μέσα παρελθὼν, ἔπειτα πρὸς τῷ τέλει τῶν αὐτῶν πάντοτε τοῖς πᾶσι ζητούμενα· τάχα που τῆς τοῦ Θεοῦ βουλῆς διὰ τῶν σῶν ἐπιταγμάτων ἐπὶ τοῦτο ἡμᾶς παρορμησάσης, Μαρῖνε υἱὲ τιμιώτατέ μοι καὶ φιλοπονώτατε. Ἠρώτας δὲ τὸ πρῶτον·