# Quaestiones evangelicae ad Marinum 3

Eusebius, Quaestiones evangelicae ad Marinum, Βʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-marinum/3

Οὐκ ἂν γοῦν ἁμάρτοις τὰ μὲν πρῶτα τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν σημαίνεσθαι εἰπὼν παρὰ τῷ Ἰωάννῃ, παρ' ᾧ ἡ Μαγδαληνὴ πρωῒ, ἔτι οὔσης σκοτίας, καὶ πρῶτον καὶ δεύτερον ἐπιστᾶσα τῷ μνήματι, καὶ μὴ εὑροῦσα τὸ σῶμα τοῦ Σωτῆρος, κλαίει διὰ τὸ μηδένα μήπω ἐγνωκέναι περὶ τῆς ἀναστάσεως αὐτοῦ· τῆς αὐτῆς δὲ ὥρας μέρος εἶναι δεύτερον τὸν παρὰ τῷ Ματθαίῳ χρόνον, καθ' ὂν τρίτον ἐπιστᾶσα ἡ αὐτὴ Μαγδαληνὴ ἅμα τῇ ἄλλῃ Μαρίᾳ τῷ μνήματι, οὐκέτι κλαίει, ὡς ἂν παρὰ τῷ Ἰωάννῃ τεθεαμένη τοὺς ἀγγέλους καὶ αὐτὸν τὸν Σωτῆρα· τὰ γὰρ παρὰ τῷ Λουκᾷ καὶ τῷ Μάρκῳ ἑτέρων ἂν εἴη δηλωτικὰ, παρ' οἷς πλείους ἀπαντῶσιν γυναῖκες ἐπὶ τὴν θέαν· τὴν δέ γε Μαγδαληνὴν μὴ μακρὰν ἀλλήλων διεστῶσιν ἀπηντηκέναι καιροῖς νόμιζε, ἀλλ' ἐν τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ παρατυχεῖν καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ μὲν πρῶτον, καθ' ἑαυτὴν μόνην· τὸ δὲ δεύτερον, μετὰ τῆς ἄλλης Μαρίας· οὕτω δ' οὖν ἡ αὐτὴ Μαρία ἡ Μαγδαληνὴ καὶ τὰ παρὰ τῷ Ματθαίῳ ἐθεᾶτο καὶ τὰ παρὰ τῷ Ἰωάννῃ· οὐκ ἀπελιμπάνετο δὲ τῶν παρὰ τοῖς πολλοῖς ἀναγεγραμμένων· οὐ γὰρ ἀπεστάτει τοῦ τόπου· παρῆν δὲ καὶ παρέμενεν καταπεπληγμένη μὲν τὰ τεθεαμένα, ποθοῦσα δὲ πρὸς τοῖς πρώτοις καὶ δευτέρων καὶ τριῶν θεοφανειῶν καταξιωθῆναι· ὧν ἐτύγχανεν μετὰ ταῦτα διαφόρως μὲν πλειόνων γυναικῶν ἐπὶ τὸ μνημεῖον ἀφικνουμένων, ἄλλοτε δ' ἄλλως αὐταῖς ἀγγελικῆς ὄψεως παραφαινομένης, αὐτῆς δὲ ἐφ' ἑκάστῃ θέᾳ παρατυγχανούσης· οὕτω γοῦν τῶν παρὰ τοῖς τέσσαρσιν εὐαγγελισταῖς ἀναγεγραμμένων θεωρὸς ἐγίγνετο ἡ Μαγδαληνή· διὸ καὶ παρὰ τοῖς πᾶσιν ἐμνημονεύθη· οὕτω δὲ καὶ ὁ μὲν καιρὸς ὁ αὐτὸς ἦν ὁ ὑπὸ τοῦ Ἰωάννου καὶ τοῦ Ματθαίου παριστάμενος· τοῦ δ' αὐτοῦ καιροῦ διάφορα διαστήματα παρ' ἑκάστῳ τετηρημένα.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg029.local001/.
