# Quaestiones evangelicae ad Marinum 4

Eusebius, Quaestiones evangelicae ad Marinum, Βʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-marinum/4

Μὴ ταραττέτω δέ σε τὸ λέγεσθαι παρὰ τῷ Ματθαίῳ μετὰ τὸ ἐλθεῖν τὰς δύο Μαρίας θεωρῆσαι τὸν τάφον, «ὁ ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἀπεκύλισεν τὸν λίθον ἐκ τῆς θύρας.» Οὐ γὰρ κατ' αὐτὴν τὴν ὥραν προσήκει νοεῖν τὸν ἄγγελον ἀποκεκυλικέναι τὸν λίθον· πῶς γάρ; ὁπότε προϋπῆρχεν παρὰ τῷ Ἰωάννῃ, παρ' ᾧ οὐχ ἡ Μαρία μόνη, ἀλλὰ καὶ δύο μαθηταὶ ἐληλύθασιν εἰς τὸ μνημεῖον· διόπερ εἴποις ἂν τὸν παρὰ τῷ Ματθαίῳ λόγον διηγηματικὸν εἶναι τῶν πρὸ τούτου γεγενημένων· ἦλθον μὲν γὰρ κατὰ τοῦτον αἱ δύο Μαρίαι θεωρῆσαι τὸν τάφον, εὗρον δὲ αὐτὸν ἀνεῳγμένον, ἐπειδήπερ πρὸ τούτου σεισμὸς ἐγεγόνει μέγας, καὶ ὁ ἄγγελος ἀποκεκυλίκει τὸν λίθον, ὃς ἐπιστὰς, αὖθις εὐαγγελίζεται τὰς γυναῖκας. Αὕτη μὲν οὖν μία λύσις ἂν γένοιτο τῶν κατὰ τὸν τόπον ἀπορουμένων.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg029.local001/.
