# Quaestiones evangelicae ad Marinum 7

Eusebius, Quaestiones evangelicae ad Marinum, Βʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-marinum/7

Εἰ δὲ τὸ τῆς Μαγδαληνῆς προσκείμενον ἐν ἀμφοτέροις τοῖς εὐαγγελισταῖς ὄνομα τὴν διάνοιαν ταράττει, ἀλλ' οὐ προσήκει τὴν θείαν συγχεῖν Γραφὴν λέξεως μιᾶς ἢ ὀνόματος ἕνεκεν, ὃ πολλάκις συμβαίνει καὶ κατὰ γραφικὸν προσκεῖσθαι σφάλμα· ἢ γὰρ δύο καὶ ταύτας ἀπὸ μιᾶς πόλεως ἢ κώμης τῆς Μαγδαληνῆς ὁρμᾶσθαι ἡγητέον· ἢ ἐπὶ μιᾶς αὐτῶν προσκεῖσθαι τὸ τῆς Μαγδαληνῆς ἐπώνυμον, ἅπαξ τοῦ γραφέως κατὰ τὴν ἀρχὴν σφαλέντος, ὅτι ἐξ ἐκείνου τῶν μετ' αὐτὸν πρώτῳ ἐπηκολουθηκότων σφάλματι· τοῦτο δὲ καὶ ἐφ' ἑτέρῳ συμβὰν, σμικρὸν ὕστερον ἐπιδείξωμεν· ἀλλ' ὥσπερ ἐπὶ τοιούτων ὀρθῶς κατὰ τὴν ἀρχὴν ὑπηγόρευτο, κατὰ σφάλμα δὲ τῶν μετὰ ταῦτα μὴ ἀκριβούντων τὴν μεταβολὴν, συμβέβηκέ τινα ζητεῖσθαι, οὕτω καὶ ἐπὶ τοῦ ἐπωνύμου τῆς Μαγδαληνῆς περιττῶς ἐπὶ μιᾶς Μαρίας κειμένου εἴποις ἂν γεγονέναι· οὗ ὑφαιρεθέντος, περιγέγραπται πᾶσα ζήτησις, μηδενὸς μηκέτι κατὰ τοὺς τόπους ἀπορουμένου· ἀλλὰ καὶ ὀψὲ Σαββάτων, τοῦτ' ἔστι βαθείας νυκτὸς, τῶν παρὰ τῷ Ματθαίῳ πεπραγμένων ἑωραμένων ὑπὸ τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· καὶ πρωΐας, ἔτι σκοτίας οὔσης, ἑτέρας Μαρίας ἀφικομένης ἐπὶ τὸν αὐτὸν τόπον· καὶ πρότερον μὲν ἀπορούσης ἐπὶ τὸ μὴ εὑρεῖν τὸ σῶμα τοῦ Σωτῆρος· ὕστερον δὲ καὶ αὐτῆς αὐτοπτούσης αὐτόν· κάλλιον δὲ τὸ μὴ δὲ σφάλμα αἰτιάσασθαι κατὰ τοὺς τόπους, δύο δὲ ἀληθῶς γεγονέναι τὰς Μαγδαληνὰς φάσκειν, ὡς καὶ τέτταρας ἀπεδείξαμεν τὰς Μαρίας· ὧν οὐδὲν ἄτοπον ἀπὸ τῆς αὐτῆς Μαγδαληνῆς δύο Μαρίας ὁρμᾶσθαι λέγειν, μηδέν τε λοιπὸν ἀπορεῖν, ἀλλ' ἑτέραν μὲν εἶναι τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ Μαγδαληνὴν, ἑτέραν δὲ αὖθις καὶ αὐτὴν Μαγδαληνὴν τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν· ταύτην δὲ εἶναι τὴν καὶ παρὰ τῷ Μάρκῳ δηλουμένην, κατά τινα τῶν ἀντιγράφων, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· καὶ ταύτην εἰκὸς εἶναι τὴν ἀκούσασαν Μή μου ἅπτου, ἀλλ' οὐ τὴν παρὰ τῷ Ματθαίῳ· εἰ γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ' οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Marinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg029.local001/.
