# Quaestiones evangelicae ad Stephanum ΙΑʹ

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΙΑʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/%CE%99%CE%91%CA%B9

Διὰ τὰς διαφόρους καταστάσεις τοῦ λαοῦ τὰς ἐκ τῆς ἱστορίας παρισταμένας· ἄλλη μὲν γὰρ ἦν ἡ ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ Δαβὶδ, καὶ πάλιν ἑτέρα ἡ ἀπὸ Δαβὶδ, ἥτε μέχρι τῆς αἰχμαλωσίας, ὡς πάλιν ἡ ἀπὸ ταύτης μέχρι τοῦ Χριστοῦ· ἀπὸ μὲν γὰρ Ἀβραὰμ ἐπὶ τὸν Δαβὶδ οὐ φαίνονται ὑπὸ βασιλέας πολιτευσάμενοι· ἦρξαν δὲ τοῦ ἔθνους μετὰ Μωϋσέα καὶ Ἰησοῦν οἱ ἐπικληθέντες παρ' αὐτοῖς κριταί· καὶ ἦν τις ἴδιος τρόπος τῆς τούτων καταβάσεως· ἀλλ' οὐδὲ τὰ Ἱεροσόλυμά πως συνειστήκει, οὐδέ γε ὁ ἐν αὐτοῖς νεώς· διόπερ ἐπιστημόνως ὁ εὐαγγελιστὴς μὴ συγχέων τὴν ἱστορίαν, μέχρι Δαβὶδ ἔστη, τοὺς ἀπὸ Ἀβραὰμ ἰδίως καταριθμήσας· εἶτ' οὖν πάλιν ἐπειδήπερ ἀπὸ Δαβὶδ καὶ μέχρι τῆς αἰχμαλωσίας οἰκείοις κέχρηνται βασιλεῦσι, τοῖς τε ἀπὸ Δαβὶδ ἄρξασι καὶ τοῖς ἐν τῇ διαστάσει τοῦ λαοῦ γενομένοις· τό τε ἐν τῇ Ἱερουσαλὴμ ἱερὸν ἐξ ἐκείνου καὶ μέχρι τῆς αἰχμαλωσίας διήρκεσεν, εἰκότως καὶ τούτους πάλιν ἰδίως ἀφορίσας, ὑφ' ἕνα συνήγαγεν ἀριθμόν· ὥσπερ οὖν καὶ τοὺς ἀπὸ τῆς αἰχμαλωσίας μέχρι τοῦ Χριστοῦ, παρ' οἷς οὐκέτι μὲν ἡ τοῦ Δαβὶδ συνέστη βασιλεία, μεταπεπτώκει δὲ τὰ τῆς ἡγεμονίας ἀπὸ τῆς τοῦ Ἰούδα φυλῆς ἐπὶ τὸ τῶν ἱερέων γένος, οἳ δὴ καὶ ἦρξαν αὐτῶν ἀπὸ τῶν Κύρου χρόνων καὶ ἐπὶ τὴν τοῦ Χριστοῦ γένεσιν· ὅθεν καὶ τούτους ἰδίως ἀφορίσας, καθ' ἑαυτοὺς ἠρίθμησεν· οὐκ ἀσυλλογίστως ἄρα τὰς τρεῖς πεποίηται διαστολὰς διὰ τὰς ἀποδοθείσας αἰτίας.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
