# Quaestiones evangelicae ad Stephanum 1-3

Eusebius, Quaestiones evangelicae ad Stephanum, Γʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/1-3

Τὸ τρίτον τῶν προταθέντων καιρὸς ἐπισκέψασθαι· ἀτενὲς οὖν ταῖς λέξεσιν αὐταῖς ἐπερείσωμεν τὴν ἑαυτῶν διάνοιαν· ἴδωμεν δὲ τί φησιν ὁ Λουκᾶς· «Καὶ αὐτὸς ὁ Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱὸς, ὡς ἐνομίζετο, τοῦ Ἰωσὴφ, τοῦ Ἡλὶ, τοῦ Μελχί.» Ἀλλ' οὐχ ὅ γε Ματθαῖος ἐχρήσατο τῇ, «ὡς ἐνομίζετο» φωνῇ· ἀλλὰ τί φησι; «Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ·» ἄλλο δὲ δήπου ἐστὶ τὸ νομίζειν, καὶ ἄλλο τὸ οὕτως ἔχειν διαβεβαιοῦσθαι· εἰ μὲν δὴ τοῦ Ματθαίου διαβεβαιωσαμένου τὸν Ἰωσὴφ υἱὸν εἶναι Ἰακὼβ καὶ τοῦ Ματθὰν, ὁ Λουκᾶς ὁμοίως διισχυρίσατο τὸν Ἰωσὴφ γεγονέναι υἱὸν τοῦ Ἡλὶ καὶ τοῦ Μελχὶ, ἀληθῶς μάχη τις ἦν καὶ πόλεμος, καὶ ἦν τῶν διαιτησόντων αὐτοῖς χρεία· νῦν δὲ ὅτε, τοῦ Ματθαίου διαβεβαιωσαμένου, ὁ Λουκᾶς οὑ διατείνεται, δόξαν δὲ παρὰ τοῖς πολλοῖς νενομισμένην τίθησιν, οὐ τὴν παρ' αὐτῷ κρατοῦσαν, οἶμαι μηδεμίαν ὑπολείπεσθαι ζήτησιν.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
