# Quaestiones evangelicae ad Stephanum 1-6

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ζʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/1-6

Τὴν Θάμαρ εἴ τις ὡς πόρνην διαβάλλειν πειρῷτο, αὐτοῦ δὴ τοῦ Ἰούδα ἐπακουσάτω λέγοντος· «Δεδικαίωται Θάμαρ ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σιλὼμ τῷ υἱῷ μου·» οὐ γὰρ δὴ πορνεύειν προθεμένη ἐπὶ τοῦ τέγους ἔστη, λογισμῷ δὲ σεμνῷ παιδοποιΐας χάριν τὸν Ἰούδαν θηρᾶται· οὐκ ἄδηλος δὲ καὶ ἡ αἰτία· ὁ μὲν γὰρ αὐτῇ παρακελεύεται μένειν ἐπ' οἴκου, ἕως μέγας γένηται Σιλὼμ ὁ υἱὸς αὐτοῦ, ὡς αὐτὸς ληψόμενος αὐτήν· ἡ δὲ ἐπείθετο προθύμως, ἄπαις μένουσα καὶ χήρα, τὰς τοῦ Ἰούδα παρεγγυὰς ἐκδεχομένη· ὡς δὲ οὐκ ἐπῆγε ταῖς ἐπαγγελίαις τέλος, τοῦ περὶ παῖδας πόθου τοῖς τότε ἀνθρώποις διὰ σπουδῆς ἀγομένου, καὶ τῆς ἀτεκνίας ἐν ἐσχάτοις κακοῖς παρὰ πᾶσι τότε λελογισμένης, διαψευσάμενον αὐτῇ συνιδοῦσα τὸν Ἰούδαν, καὶ τὰς ἀπὸ τοῦ παιδὸς ἐλπίδας εἰς μάτην παραληφθείσας, αὕτη ἐπιτίθεται τῷ ἀνδρί· οὐ πώποτε νόμου Μωϋσέως, οὐδέ γε προφητῶν, οὐδὲ ἑτέρου τινὸς ἀπαγορεύοντος τὰ τοιαῦτα· κἄπειτα σοφίζεται τὴν ἐξ αὐτοῦ παιδοποιΐαν· μὴ δείξασα γοῦν ἑαυτὴν τίς ποτε ἦν, συνελθεῖν αὐτῷ μηχανᾶται· ὁμοῦ τὸ σῶφρον τὸ ἑαυτῆς, κἀκείνου τὸ ἀκρατὲς ἀπελέγχουσα· ἡ μὲν γὰρ μακροῖς ἔτεσιν αὐτῷ πειθομένη, χήρα καὶ ἄπαις διέμενεν· ἀλλὰ καὶ παρὸν γήμασθαι ἑτέρῳ, καὶ τέκνων μητέρα ἔκ τινος ἀλλογενοῦς καταστῆναι ἀνδρὸς, οὐ ποιεῖ τοῦτο· τῆς τῶν προγόνων τοῦ Ἰούδα, Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ δὴ καὶ τῆς τοῦ Ἰσραὴλ συγγενείας ἐφιεμένη· ὁ δὲ χηρεύειν τὴν παῖδα καταλιπὼν, καὶ κόρην ἄπαιδα ἐπὶ μακροὺς ἀναρτήσας χρόνους, οὐχ οἷός τε ἦν κρατεῖν ἑαυτοῦ μετὰ τὴν τῆς γυναικὸς τελευτήν· ἀλλ' ἅμα τελευτᾷ ἡ τοῦ Ἰούδα γυνὴ, ὁ δὲ, μηδενός πως νόμου τῶν τοιῶνδε ἀπείργοντος, πόρνην ὑπολαβὼν τὴν εἰρημένην, ἡλίσκετο πρὸς αὐτῆς οὐ δίκαια πράττων· ὅτι δὴ τοιοῦτος ὢν αὐτὸς τὴν ἐπὶ μακροῖς ἔτεσι τὰς ὑποσχέσεις ἐκδεξαμένην τὰς αὐτοῦ, φιλόσοφόν τε καὶ σώφρονα βίον ἐπιδεδειγμένην, ἀπεστέρει τοῦ περὶ τὴν παιδοποιΐαν καρποῦ.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
