# Quaestiones evangelicae ad Stephanum 1-7

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ηʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/1-7

Μονονουχὶ διὰ τοῦ φάναι, «Δαβὶδ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,» τοιοῦτόν τι ἔοικε δηλοῦν ἡ βίβλος αὕτη τῆς Ἰησοῦ Χριστοῦ γενέσεως, τὰς λιτανείας καὶ τὰς ἱκεσίας τοῦ Δαβὶδ ὅσον οὔπω προχωρήσειν εἰς τέλος εὐαγγελίζεται· περιέχει γοῦν τὴν οἰκονομίαν Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος τῶν ὅλων καὶ ἰατροῦ, δι' οὗ μόνου ἐλπὶς ἦν καὶ τῷ Δαβὶδ τῆς κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα ἁμαρτίας ἀπολυθήσεσθαι, καὶ τῆς ἐν τῷ θανάτῳ καθείρξεως ἐλευθερωθήσεσθαι· τούτου γοῦν Ἰησοῦ Χριστοῦ τὴν μέχρι θανάτου παρουσίαν, δι' ἧς ἤμελλε καὶ ἡ τοῦ Δαβὶδ ἀπολυτροῦσθαι ψυχὴ, θεσπίζων ἐν τοῖς Ψαλμοῖς αὐτὸς ὁ Δαβὶδ, τὰ περὶ τῆς ἐκεῖσε καθόδου τοῦ Σωτῆρος, τά τε περὶ τῆς ἑαυτοῦ σωτηρίας ἐδήλου δι' ὧν ἔφασκε· «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.» Καὶ τό· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Καὶ τό· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην.» Καὶ τό· «Ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Τίς δ' ἦν ὁ καταβὰς καὶ ἀναγαγὼν αὐτὸν ἐκ τῶν ἀβύσσων; τίς δ' ὁ σώσας αὐτὸν ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον; ἀλλ' οὗτος ᾧ τῆς γενέσεως τὴν βίβλον ὁ θαυμάσιος εὐαγγελιστὴς ἀναγράφει, μετὰ τῶν ἄλλων καὶ τὰ περὶ τοῦ Δαβὶδ ἀγαθὰ πᾶσιν ἡμῖν εὐαγγελιζόμενος.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
