# Quaestiones evangelicae ad Stephanum 1-8

Eusebius, Quaestiones evangelicae ad Stephanum, Θʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/1-8

Καὶ πῶς οὐκ ἔμελλεν ὁ θεῖος Ἀπόστολος, τὴν τῶν ἀλλοφύλων ἐθνῶν κλῆσιν τῷ πνεύματι προθεωρῶν διὰ τοῦ οἰκείου Εὐαγγελίου γενησομένην, τῆς ἀλλοφύλου μνημονεύειν; ἀλλόφυλος γὰρ ἡ Ῥοὺθ καὶ ἐξ ἀλλοφύλων τῶν ἀπηγορευμένων παρὰ Μωϋσεῖ Μωαβιτῶν· «Μωαβῖται γὰρ, φησὶ, καὶ Ἀμμανῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα·» πλὴν ἀλλὰ καὶ κρεῖττον τοῦ νόμου γενομένη θεοφιλὴς, εἰσῆλθεν εἰς Ἐκκλησίαν Κυρίου· ἐπείπερ ὁ νόμος τοῖς ἐν τῷ νόμῳ λαλεῖ· «Δικαίῳ δὲ νόμος οὐ κεῖται, ἀλλ' ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς.» Ἡ δὲ Ῥοὺθ οὐ τοιαύτη, εἰ καὶ τὸ γένος ἀλλόφυλος ἦν, ὑπερβᾶσα δὲ τὸν διορισμὸν τοῦ νόμου, καὶ εἰσελήλυθεν εἰς τὴν Ἐκκλησίαν Κυρίου, καὶ τοῦ γένους ἐχρημάτισε τοῦ Ἰσραηλιτικοῦ, καὶ ἐν προγόνοις ἀναληφθῆναι τοῦ Σωτῆρος ἡμῶν κατηξιώθη, διὰ τὴν τῶν τρόπων, ἀλλ' οὐ διὰ τὴν τοῦ σώματος εὐγένειαν· πᾶσί τε ἡμῖν τοῖς ἐξ ἐθνῶν ἀλλοφύλοις μέγιστον ὑπόδειγμα κατέστη, ὅτι δὴ ὅμοια πράξαντες αὐτῇ, τῶν ἴσων παρὰ τῷ Θεῷ τευξόμεθα.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
