# Quaestiones evangelicae ad Stephanum 1-9

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ιʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/1-9

Διώνυμος οὗτος ἦν· ἀλλ' ἐπεὶ κατὰ τὸν προφήτην Ἱερεμίαν Ἰεχονίας ὀνομασθεὶς διακέκληται, δι' ὧν φησιν, «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· διότι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ· γῆ, γῆ, ἄκουε λόγον Κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ·» καὶ ἐπειδὴ τούτων ἕνεκα συνέβη τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν ἅμα τῷ λαῷ ὑποστῆναι τὸν εἰρημένον, εἰκότως ὁ θαυμάσιος εὐαγγελιστὴς τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος ἁπάντων ὑπογράφων τὴν γένεσιν, καὶ τοῦδε ἐμνήσθη τοῦ ἠτιμωμένου τοῦ ἀποῤῥιφέντος ἅμα τῷ σπέρματι εἰς τὴν Βαβυλωνίων γῆν. τοῦ ἐκκηρύκτου γενομένου, τοῦ αἰχμαλώτου· διδάσκων ὅτι κηρύξαι αἰχμαλώτοις ἄφεσιν ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, οὗτος ἦν Ἰησοῦς Χριστὸς, οὗ τὴν βίβλον ἀναγράφει, εἰς ὃν ἀναφέρεται τὸ φάσκον ἐν τῷ προφήτῃ λόγιον· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν·» περὶ οὗ καὶ ἐν ἑτέρῳ φησὶν ὁ αὐτὸς προφήτης· «Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει.»

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
