# Quaestiones evangelicae ad Stephanum 1

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/1

Τῶν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πράξεων, τὰ μὲν σιωπᾶσθαι ἀναγκαῖον ἦν τοῖς τότε, τὰ δὲ εἰς πολλῶν ἀκοὰς διεδίδοτο, ὅσα πρὸς ὠφέλειαν ἤμελλε συμβάλλεσθαι τοῖς ἀκροωμένοις· οἷον ὡς ἐπὶ παραδείγματος τριακοστὸν ἄγων τῆς τοῦ σώματος ἡλικίας ἔτος, πάρεισιν ἐπὶ τὸ παρὰ τῷ Ἰωάννῃ βάπτισμα· καὶ ἐντεῦθεν ἀπάρχεται τῆς διδασκαλίας καὶ τῶν τεραστίων ἔργων· τίνα δὲ τὰ πρὸ τοῦ βαπτίσματος ἐντὸς ὅλων ἐτῶν τριάκοντα πραχθέντα αὐτῷ, οὐδεμία ἱστορία δηλοῖ, οὐδ' ἔστιν ἀπό τινος θείας Γραφῆς τὸν πρὸ τούτου καταμαθεῖν αὐτοῦ βίον. Ἀλλὰ καὶ ἐξ οὗπερ εἰς πάντας ἐγνώσθη, τὰ μὲν εἰς ἀκοὰς πάντων ἐκήρυττε, τὰ δὲ μόνους τοὺς αὑτοῦ μαθητὰς ἐμυσταγώγει· καὶ ποτὲ μὲν παραδοξοποιῶν παρῄνει μηδενὶ λέγειν, ποτὲ δὲ ἄνευ τῆς τοιᾶσδε παραινέσεως τὰ θαυμάσια κατειργάζετο. Ἓν δὴ οὖν μάλιστα τῶν σεσιγῆσθαι δεδογμένων, τὸ κατὰ τὴν γένεσιν αὐτοῦ θαῦμα ἦν· οὐδενὸς τῶν καθ' ὃν ἐνηνθρώπησε χρόνον, ὀλίγων ἐκτὸς τούτου γνῶσιν κεκτημένου.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
