# Quaestiones evangelicae ad Stephanum 2-11

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΙΓʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/2-11

Καθ' ἑτέραν δὲ διάνοιαν εὕροις ἂν ἀκριβώσας κατὰ τὴν ἱστορίαν δεκατέσσαρας ὠνομασμένους καὶ ἐν τῇ παρούσῃ διαδοχῇ, εἰ πρὸς τοῖς δώδεκα συναριθμήσειας αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν τοῦ Ἰωσὴφ χρηματίσαντα· προσθείης τε τούτοις καὶ τὸν Ἰεχονίαν τὸν ἐν Βαβυλῶνι γεγενημένον, οὐχὶ τὸν πρὸ τῆς μετοικησίας ἐν τῇ Ἱερουσαλὴμ βασιλεύσαντα· δύο γὰρ ὁμώνυμοι γεγόνασιν Ἰωακεὶμ μετὰ Ἰωσίαν, ὅ γε αὐτοῦ τοῦ Ἰωσίου υἱὸς, ὃς μετὰ τοῦτον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὁ τούτου παῖς ἕτερος Ἰωακείμ· οὗτοι δὲ καὶ Ἰεχονίαι ἐχρημάτισαν, ἐξελληνισθέντος αὐτοῖς τοῦ ὀνόματος. Ὁ τοίνυν πρῶτος Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς ὢν Ἰωσίου, ταῖς πρὸ τῆς αἰχμαλωσίας συγκαταλεγέσθω γενεαῖς· ὁ δὲ τούτου παῖς ὁ δεύτερος Ἰωακεὶμ καὶ αὐτὸς Ἰεχονίας, υἱὸς ὢν τοῦ πρώτου Ἰωακεὶμ, τοῦ δὲ Ἰωσίου ἔκγονος, ἐν τοῖς μετὰ τὴν αἰχμαλωσίαν καὶ εἰς τὸν Χριστὸν γενεαλογουμένοις ἀριθμούμενος, τέλειον ἀποδοίη ἂν τὸν τῶν δεκατεσσάρων γενεῶν ἀριθμόν.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
