# Quaestiones evangelicae ad Stephanum 2-12

Eusebius, Quaestiones evangelicae ad Stephanum, ΙΕʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/2-12

Ἐπεὶ τοίνυν θρόνον ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὸν αἰῶνα διαμένοντα δώσειν ἐπήγγελτο διὰ τῶν εἰρημένων ὁ Θεὸς τῷ Δαβὶδ, πολλὴ μέν τις ἦν διὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει προσδοκία περὶ τοῦ δηλωθέντος θρόνου· βραχὺν δὲ χρόνον τοῦ Δαβὶδ ἡγησαμένου, καὶ Σολομῶνος μετ' αὐτὸν, οὐ μὴν ἀλλὰ καὶ τῶν διαδόχων τῆς αὐτῶν βασιλείας εἰς Ἰεχονίαν καὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν καταστρεψάντων, ὡς ἐξ ἐκείνου λελύσθαι τὸν θρόνον τῆς βασιλείας Δαβὶδ, ἐδόκει τὰ τῆς τῶν θείων χρησμῶν ἐπαγγελίας μὴ συνίστασθαι· τοῦτο οὖν αὐτὸ τῷ θείῳ Πνεύματι πάλιν ὁ αὐτὸς ψαλμὸς προαγορεύει ἑξῆς τοῖς προπαρατεθεῖσι λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Καὶ τήν γε καθαίρεσιν τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ, τοῦ θρόνου τε τὴν καταστροφὴν διαῤῥήδην ὑποσημαίνει πάλιν ἑξῆς διὰ τούτων· «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε· ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ·» καὶ ἐπιφέρει· «τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας.»

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
