# Quaestiones evangelicae ad Stephanum 2-3

Eusebius, Quaestiones evangelicae ad Stephanum, Γʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/2-3

Διαφόρων γὰρ παρὰ Ἰουδαίοις ὑπολήψεων περὶ τοῦ Χριστοῦ κεκρατημένων, καὶ πάντων μὲν συμφώνως ἐπὶ τὸν Δαβὶδ ἀναγόντων, διὰ τὰς πρὸς τὸν Δαβὶδ τοῦ Θεοῦ ἐπαγγελίας, ἤδη δὲ τῶν μὲν ἀπὸ Δαβὶδ καὶ Σολομῶνος καὶ τοῦ βασιλικοῦ γένους πειθομένων ἔσεσθαι τὸν Χριστὸν, τῶν δὲ ταύτην μὲν φευγόντων τὴν δόξαν, διὰ τὸ πλείστην ἐμφέρεσθαι τῶν βεβασιλευκότων κατηγορίαν, διά τε τὸ ἐκκήρυκτον ὑπὸ τοῦ προφήτου Ἱερεμίου γεγονέναι τὸν Ἰεχονίαν, καὶ διὰ τὸ εἰρῆσθαι μὴ ἀναστήσεσθαι ἐξ αὐτοῦ σπέρμα καθήμενον ἐπὶ θρόνου Δαβὶδ, διὰ δὲ οὖν ταῦτα, ἑτέραν ὁδευόντων, καὶ ἀπὸ μὲν Δαβὶδ ὁμολογούντων, οὐ μὴν διὰ Σολομῶνος, ἀλλὰ διὰ Νάθαν, ὃς ἦν τοῦ Δαβὶδ παῖς (φασὶ δὲ τὸν Νάθαν καὶ προφητεῦσαι κατὰ τὰ ἐν ταῖς Βασιλείαις φερόμενα, ἀπό τε τοῦ Νάθαν διαδόχων προελεύσεσθαι τὸν Χριστὸν διαβεβαιουμένων, καὶ τόν γε Ἰωσὴφ ἐκεῖθέν ποθεν γενεαλογούντων, σφόδρα ἀναγκαίως ὁ Λουκᾶς τὴν τούτων ἀνιστορῶν δόξαν, ἀλλ' οὐ τὴν αὑτοῦ, προσέθηκε τῇ κατ' αὐτὸν ἱστορίᾳ τὸ «ὡς ἐνομίζετο·» τῷ Ματθαίῳ παραχωρήσας μὴ τὸ, ὡς ἐνομίζετο, ἱστορεῖν, ἀλλ' ὡς εἶχεν ἀληθείας τὰ τῆς γενέσεως· αὕτη μὲν οὖν ἡ πρώτη ἀπόδοσις.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
