# Quaestiones evangelicae ad Stephanum 2-5

Eusebius, Quaestiones evangelicae ad Stephanum, Εʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/2-5

Παραθετέον δὲ τὰ περὶ αὐτοῦ ἐν Βασιλείαις ἱστορούμενα ἐν τούτοις· «Καὶ ὁ βασιλεὺς Σολομῶν ἦν φιλογύνης· καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλάς· καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, καὶ Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, καὶ Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν Κύριος ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε εἰς αὐτούς.» Οἷς ἐπιφέρει· «Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ Πατρὸς αὐτοῦ.» Καὶ μετὰ βραχύ· «Τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ ἐν τῷ ὄρει ἐπὶ πρόσωπον Ἱερουσαλήμ· καὶ τῷ Μολχὼν εἰδώλῳ υἱῶν Ἀμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν· καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραήλ.» Εἰ δὲ τὰ τοιαῦτα τοῦ Σολομῶνος κατηγορεῖται, πῶς οὖν ἐφαρμόσεις αὐτῷ τὰ τοῦ ὅρκου, ἐφ' ᾧ εἴρηται πρὸς τοῖς ἄλλοις καὶ τό· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιτο δ' ἂν ἐπὶ τὸν ἐκ σπέρματος Δαβὶδ ἥξειν θεσπιζόμενον Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαβὶδ ἀνέστη.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
