# Quaestiones evangelicae ad Stephanum 2-6

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ζʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/2-6

Ταύτῃ οὖν τὸν ἄνδρα ὑποδῦσα, ἐκ πρώτης ὁμιλίας διδύμου γονῆς ἐξ αὐτοῦ γίνεται μήτηρ, τοῦτον αὐτῇ τοῦ Θεοῦ καρπὸν τῆς ἀγαθῆς προθέσεως ἕνεκα δεδωρημένου· παρὸν γὰρ ἄλλοις ἑαυτὴν ἀγαγεῖν, καὶ ἑτέροις ἀλλοφύλοις καὶ ἀσεβέσι συναφθῆναι, τοῦτο μὲν οὐ διενοήθη· τοῦ δὲ τῶν θεοφιλῶν γένους εὐχὴν θεμένη καταξιωθῆναι, καίπερ οὖσα ἀλλόφυλος, τὴν τοσαύτην συνεσκευάσατο δραματουργίαν· οὐ πρότερον δὲ ἡ Θάμαρ ἐτόλμα παρεῖναι ἐπὶ τὴν τοῦ Ἰούδα κοινωνίαν, ἢ ἐκποδὼν γενέσθαι τὴν προτέραν αὐτοῦ γαμετήν· πρὸ τοῦ ταύτης θανάτου οὐχ ὅσιον ἡγουμένη τὸ ἐπιχείρημα· ἔμενε γοῦν παρ' ἑαυτῇ ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς, καίπερ οὖσα ἄτεκνος κἂν μέχρι τέλους ἄπαις διέμενεν, εἰ μὴ τὸν καιρὸν αὐτῇ συλλαβέσθαι ἡγήσατο· διὸ δὴ, ὡς ἔφην, Θεοῦ καταξιοῦται συνεργοῦ, ὃς ἐκ μιᾶς τοῦ Ἰούδα κοινωνίας, παίδων αὐτῇ διττῶν ἀθρόως ἐδωρήσατο καρπόν· ὁμοῦ περὶ τὴν τῶν παίδων γένεσιν μυστηριώδεις ἐπιτελῶν οἰκονομίας· δι' ἃς καὶ οἶμαι μάλιστα τὸν θαυμάσιον εὐαγγελιστὴν τὴν πᾶσαν μνήμην αὐτῶν τῇ τοῦ Σωτῆρος ἡμῶν συμπεριλαβεῖν γενεαλογίᾳ· διδύμων γὰρ παίδων ἐξ αὐτῆς γενομένων, τοῦ τε Ζαρᾶ καὶ τοῦ Φαρὲς, οὐ τὰ τυχόντα μοι δοκεῖ ἐκ τῆς τούτων γενέσεως ὁ τῆς Γραφῆς αἰνίττεσθαι λόγος· διὸ καὶ ἀμφοῖν μνημονεῦσαι τὸν Ματθαῖον τῆς τε τούτων μητρὸς εἰπόντα «Ἰούδας δὲ ἐγέννησε τὸν Ζαρᾶ ἐκ τῆς Θάμαρ·» διὰ τί γὰρ οὐκ ἠρκέσθη φάναι, Ἰούδας ἐγέννησε τὸν Φαρὲς, παραλιπὼν τὸν Ζαρᾶ, ὅπερ πεποίηκεν ἐπὶ τοῦ Ἰακώβ; μόνου γὰρ τοῦ Ἰακὼβ μνησθεὶς, ἀποσιωπᾷ τὸν Ἠσαῦ.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
