# Quaestiones evangelicae ad Stephanum 2-9

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ιʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/2-9

Κατὰ καιρὸν τοιγαροῦν αὐτῷ τε Ἰεχονίᾳ καὶ τῇ τούτου ψυχῇ, τοῖς τε τὴν ἴσην αὐτῷ πεπονθόσιν ἀτιμίαν τε καὶ ψυχῶν αἰχμαλωσίαν, τὴν τοῦ Λυτρωτοῦ παρουσίαν εὐαγγελίζεται Ματθαῖος ὁ τὴν γένεσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ δὴ τῶν ἄλλων ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν καταγαγών· εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς λόγος, δι' ὃν καὶ τῆς τοῦ Δαβὶδ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα παρανομίας, τῆς τε τοῦ Ἰούδα πορνείας, τῆς τε ἀλλοφύλου καὶ Μωαβίτιδος Ῥοὺθ ἐμνήσθη· ὁ αὐτὸς δὲ τυγχάνει καθ' ὃν καὶ τελώναις καὶ ἁμαρτωλοῖς συμβιοῦντα, καὶ αἴσχιστά γε ὑπὸ ἀνθρώπων ὑπομένοντα, καὶ τέλος ἅμα τοῖς κακούργοις σταυρούμενον αὐτὸν εἰσάγει ἦν δ' οὗτος ὁ λόγος καθ' ὃν εἴρηται· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐχρῆν γὰρ τὸν μέλλοντα καθάρσιον γίνεσθαι τῶν πάλαι πώποτε πεπλημμεληκότων καὶ τῶν γε μετὰ ταῦτα γενησομένων, ἀντίψυχόν τε τῶν ἀνθρωπίνων ψυχῶν, διὰ πάντων τῶν εἰρημένων διελθεῖν καὶ τὰς κατὰ τῶν ἁμαρτωλῶν καὶ ἀσεβῶν τιμωρίας αὐτὸν ἀναμάρτητον ὄντα ὑπομεῖναι, ὡς ἂν πληρωθείη εἰς αὐτὸν τὰ θεσπίσματα, τά τε ἄλλα· καὶ δι' ὅν φησιν ὁ θαυμάσιος Ἡσαΐας· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν αἵρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν.»

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
