# Quaestiones evangelicae ad Stephanum 3-4

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ηʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/3-4

Πλὴν ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ, καὶ τὴν ἐν τῷ πεντηκοστῷ ψαλμῷ εὐχὴν ἀναπέμπει λέγων· «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» λέγων δὲ, σοὶ μόνῳ ἥμαρτον, οὐ τοῦτό φησιν ὅτι εἰς τὸν Θεὸν ἥμαρτον μόνον· οὔτε γὰρ βλασφημίας, οὔτε ἐπιορκίας, οὔτε τοιαύτης τινὸς ἀσεβείας ὁ τρόπος αὐτοῦ τῆς ἁμαρτίας, ἵνα τις ὑπολάβοι αὐτὸν εἰς Θεὸν ἡμαρτηκέναι· ἀλλ' εἰ χρὴ εἰπεῖν, τὰ μεγάλα ἥμαρτεν εἰς τὴν Βηρσαβεὲ, τὰ μέγιστα δὲ καὶ εἰς τὸν Οὐρίαν, ὑπὲρ πάντα δὲ εἰς τὴν ἑαυτοῦ ψυχήν· πῶς οὖν ἐνταῦθά φησι, σοὶ μόνῳ ἥμαρτον; ἀλλ' οἶμαι τοῦτ' αὐτὸν λέγειν, ὅτι σοι μόνῳ ἔγνωσται τὸ ἁμάρτημά μου. Ἐπιφέρει γοῦν τὸ σαφέστερον ἐν τῷ· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Ἀνθρώπων γὰρ οὐδείς μοι φόβος ἦν, εἰ μὴ ὁ σὸς ἐπέκειτο φόβος. Ῥίψας γοῦν ἑαυτὸν ἐπὶ πρόσωπον, οὐ πρότερον ἀναστήσεσθαί φησιν, ἢ τυχεῖν τῆς ἀξιώσεως. Καὶ συνεύχονταί γε αὐτῷ πάντες οἱ ἀγαθῶν συνεργοὶ, παρακαλοῦντες εἰσακουσθῆναι αὐτόν· διὸ εἴρηται ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ· «Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.»

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
