# Quaestiones evangelicae ad Stephanum 3-5

Eusebius, Quaestiones evangelicae ad Stephanum, Ιʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/quaestiones-evangelicae-ad-stephanum/3-5

Εἰ δὲ λέγοι ὁ προφήτης περὶ τοῦ Ἰεχονία τῇ γῇ, «Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ,» οὐ πάντως ἀναιρεῖ τὸ στήσεσθαι αὐτοῦ σπέρμα, ἀλλὰ τοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους ἐκ τοῦ σπέρματος αὐτοῦ· ὃ καὶ γέγονεν ἀληθές· λέγει γοῦν, «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, διότι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ εἰς γῆν ἣν οὐκ ᾔδει·» ἄντικρυς τὴν Βαβυλῶνος γῆν θεσπίζων· πλὴν ἀλλ' ὁ ἐλθὼν κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰς τῶν ἁμαρτιῶν σειρὰς, τῶν τε πάλαι ὑπὸ τὸν θάνατον πεπεδημένων ψυχῶν τούς τε δεσμοὺς λῦσαι ἀπεσταλμένος, ἐπὶ τὴν πάντων τούτων ἐλήλυθε σωτηρίαν· διό φησιν ὁ Δαβὶδ περὶ αὐτοῦ θεσπίζων· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ἐξομολογεῖσθε τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέκλασε· καὶ ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· ἐταπεινώθησαν, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε.» Ταῦτα γὰρ περὶ τῆς ἐκ τοῦ θανάτου διὰ Χριστοῦ γενομένης ἀπολυτρώσεως λέγεται, ὡς συνᾴδει καὶ τὸ φάσκον λόγιον· «Κατέπιεν ὁ θάνατος ἰσχύσας.» Καὶ πάλιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Τηρητέον δὲ ὅτι μὴ διαπίπτει ὁ χρησμὸς ὁ φήσας, «Οὐ μὴ ἀναστῇ ἐκ σπέρματος Ἰεχονίου καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ·» ἐπεὶ μηδεὶς ἐκ τῆς τοῦ Ἰούδα φυλῆς μετὰ Ἰεχονίαν τῆς τοῦ Δαβὶδ βασιλείας κατέστη διάδοχος· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος αἰχμαλωσίαν, ὑπὸ τοῖς ἀρχιερεῦσι διετέλεσε τὸ πᾶν ἔθνος ἀρχόμενον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας· ἦσαν γοῦν κατ' αὐτὸν τετράρχαι οἱ περὶ τὸν Ἡρώδην καὶ Φίλιππον, ἡγεμών τε Πιλάτος, καὶ ἐπὶ πᾶσι βασιλεύς.

---

Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg028.local001/.
